Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.143 Joseph. AJ 10.147 (English) >>Joseph. AJ 10.152

10.145ὃς γενόμενος ἐν τοῖς Ἱεροσολύμοις ἑνδεκάτῳ ἔτει τῆς Σαχχίου βασιλείας συλᾷ τε τὸν ναὸν καὶ βαστάζει τὰ σκεύη τοῦ θεοῦ χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ δὴ καὶ τὸν μέγαν λουτῆρα, ὃν Σολόμων ἀνέθηκεν, ἔτι γε μὴν τοὺς στύλους τοὺς χαλκοῦς καὶ τὰς κεφαλὰς αὐτῶν τάς τε χρυσᾶς τραπέζας καὶ τὰς λυχνίας. 10.146βαστάσας δὴ ταῦτα ἀνῆψε τὸν ναὸν μηνὶ πέμπτῳ τῇ νουμηνίᾳ ἑνδεκάτῳ ἔτει τῆς Σαχχίου βασιλείας, ὀκτωκαιδεκάτῳ δὲ τῆς Ναβουχοδονοσόρου· ἐνέπρησε δὲ καὶ τὰ βασίλεια καὶ τὴν πόλιν κατέστρεψεν. 10.147ἐνεπρήσθη δὲ ναὸς μετὰ τετρακόσια ἔτη καὶ ἑβδομήκοντα καὶ μῆνας ἓξ καὶ δέκα ἡμέρας, ἀφʼ οὗ κατεσκευάσθη· τῇ δʼ ἐξ Αἰγύπτου μεταναστάσει τοῦ λαοῦ τότε ἦν ἔτη χίλια ἑξηκονταδύο μῆνες ἓξ ἡμέραι δέκα· τῷ δὲ κατακλυσμῷ μέχρι τῆς τοῦ ναοῦ πορθήσεως χρόνος ἦν πᾶς ἐτῶν χιλίων ἐνακοσίων πεντηκονταεπτὰ μηνῶν ἓξ ἡμερῶν δέκα· 10.148ἐξ οὗ δʼ ἐγεννήθη Ἄδαμος μέχρι τῶν περὶ τὸν ναὸν συμβάντων ἔτη ἐστὶ τετρακισχίλια πεντακόσια δεκατρία μῆνες ἓξ ἡμέραι δέκα. τοσοῦτον μὲν οὖν τὸ τούτων τῶν ἐτῶν πλῆθος· ὅσα γε μὴν ἐπράχθη καθʼ ἕκαστον τῶν συμβεβηκότων δεδηλώκαμεν. 10.149 δὲ στρατηγὸς τοῦ Βαβυλωνίων βασιλέως κατασκάψας τὰ Ἱεροσόλυμα καὶ τὸν λαὸν μεταναστήσας ἔλαβεν αἰχμαλώτους τὸν ἀρχιερέα Σεβαῖον καὶ τὸν μετʼ αὐτὸν ἱερέα Σεφενίαν καὶ τοὺς φυλάσσοντας τὸ ἱερὸν ἡγεμόνας, τρεῖς δὲ ἦσαν οὗτοι, καὶ τὸν ἐπὶ τῶν ὁπλιτῶν εὐνοῦχον καὶ τοὺς φίλους τοῦ Σαχχίου ἑπτὰ καὶ τὸν γραμματέα αὐτοῦ καὶ ἄλλους ἡγεμόνας ἑξήκοντα, οὓς ἅπαντας μεθʼ ὧν ἐσύλησε σκευῶν ἐκόμισε πρὸς τὸν βασιλέα εἰς Σαλάβαθα πόλιν τῆς Συρίας.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.143 Joseph. AJ 10.147 (English) >>Joseph. AJ 10.152

Powered by PhiloLogic